Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 8.70 | Dem. 8.73 (English) | >>Dem. 8.77 |
8.72οὐδʼ ἔμοιγε δοκεῖ δικαίου τοῦτʼ εἶναι πολίτου , τοιαῦτα πολιτεύμαθʼ εὑρίσκειν ἐξ ὧν ἐγὼ μὲν πρῶτος ὑμῶν ἔσομαι εὐθέως , ὑμεῖς δὲ τῶν ἄλλων ὕστατοι · ἀλλὰ συναυξάνεσθαι δεῖ τὴν πόλιν τοῖς τῶν ἀγαθῶν πολιτῶν πολιτεύμασι , καὶ τὸ βέλτιστον ἀεί , μὴ τὸ ῥᾷστον ἅπαντας λέγειν · ἐπʼ ἐκεῖνο μὲν γὰρ ἡ φύσις αὐτὴ βαδιεῖται , ἐπὶ τοῦτο δὲ τῷ λόγῳ δεῖ προάγεσθαι διδάσκοντα τὸν ἀγαθὸν πολίτην .
ἤδη τοίνυν τινὸς ἤκουσα τοιοῦτόν τι λέγοντος , ὡς ἄρʼ ἐγὼ λέγω μὲν ἀεὶ τὰ βέλτιστα , ἔστιν δʼ οὐδὲν ἀλλʼ ἢ λόγοι τὰ παρʼ ἐμοῦ , δεῖ δʼ ἔργων τῇ πόλει καὶ πράξεώς τινος . ἐγὼ δʼ ὡς ἔχω περὶ τούτων , λέξω πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι . οὐδʼ εἶναι νομίζω τοῦ συμβουλεύοντος ὑμῖν ἔργον οὐδὲν πλὴν εἰπεῖν τὰ βέλτιστα . καὶ τοῦθʼ ὅτι τοῦτον ἔχει τὸν τρόπον ῥᾳδίως οἶμαι δείξειν .
8.74ἴστε γὰρ δήπου τοῦθʼ ὅτι Τιμόθεός ποτʼ ἐκεῖνος ἐν ὑμῖν ἐδημηγόρησεν ὡς δεῖ βοηθεῖν καὶ τοὺς Εὐβοέας σῴζειν , ὅτε Θηβαῖοι κατεδουλοῦντʼ αὐτούς , καὶ λέγων εἶπεν οὕτω πως · “εἰπέ μοι , βουλεύεσθε ,” ἔφη , “Θηβαίους ἔχοντες ἐν νήσῳ , τί χρήσεσθε καὶ τί δεῖ ποιεῖν ; οὐκ ἐμπλήσετε τὴν θάλατταν , ὦ ἄνδρες Ἀθηναῖοι , τριήρων ; οὐκ ἀναστάντες ἤδη πορεύσεσθʼ εἰς τὸν Πειραιᾶ ;
8.75 οὐ καθέλξετε τὰς ναῦς ;” οὐκοῦν εἶπε μὲν ταῦθʼ ὁ Τιμόθεος , ἐποιήσατε δʼ ὑμεῖς · ἐκ δὲ τούτων ἀμφοτέρων τὸ πρᾶγμʼ ἐπράχθη . εἰ δʼ ὁ μὲν εἶπεν ὡς οἷόν τε τὰ ἄριστα , ὥσπερ εἶπεν , ὑμεῖς δʼ ἀπερρᾳθυμήσατε καὶ μηδὲν ὑπηκούσατε , ἆρʼ ἂν ἦν γεγονός τι τῶν τότε συμβάντων τῇ πόλει ; οὐχ οἷόν τε . οὕτω τοίνυν καὶ περὶ ὧν ἂν ἐγὼ λέγω καὶ περὶ ὧν ἂν ὁ δεῖνʼ εἴπῃ , τὰ μὲν ἔργα παρʼ ὑμῶν αὐτῶν ζητεῖτε , †τὰ δὲ βέλτιστα ἐπιστήμῃ † λέγειν παρὰ τοῦ παριόντος .
8.73
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 8.70 | Dem. 8.73 (English) | >>Dem. 8.77 |